Ancient Greek · ~1 min
Section 50
Philo Judaeus, Quod deterius potiori insidiari soleat 50
Not analysed yet
ὅτι τὴν ψυχὴν οὐχὶ τῶν διεστηκότων ἀλλὰ τῶν ἡνωμένων οὖσαν ἀνάγκη πάσχειν ὃ ποιεῖν δοκεῖ, καθάπερ ἀμέλει καὶ νῦν· δόξασα γὰρ ἀνελεῖν τὸ θεοφιλέστατον δόγμα ἑαυτὴν ἀνῄρηκε. μάρτυς δὲ Λάμεχ ὁ τῆς Κάιν ἀσεβείας ἔκγονος, ὅς φησι γυναιξὶ ταῖς ἑαυτοῦ, δυσὶ γνώμαις ἀγνώμοσιν· „ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοί, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί“ (Gen. 4, 23).