Ancient Greek · ~2 min
Section 59
Philo Judaeus, Quod deterius potiori insidiari soleat 59
Not analysed yet
ἐπεὶ καὶ τὸν σοφὸν ὁπότε ἀνερωτᾷ „ποῦ ἐστί σοι ἡ ἀρετή“; (Gen. 18, 9) —τὸν Ἀβραὰμ λέγω περὶ Σάρρας —,οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ δεῖν οἰόμενος αὐτὸν ἀποκρίνεσθαι ἕνεκα τοῦ τὸν ἔπαινον τὸν ἐξ αὐτοῦ τοῦ λέγοντος παραστῆσαι· φησὶ γοῦν ὅτι εἶπεν· „ἰδοὺ ἐν τῇ σκηνῇ“ τουτέστι τῇ ψυχῇ. τί οὖν τὸ ἐκ τῆς ἀποκρίσεως ἐπαινετόν; ἰδοὺ τὴν ἀρετήν, φησίν, ἔχω παρ’ ἐμαυτῷ καθάπερ τι κειμήλιον, καὶ διὰ τοῦτ’ εὐθὺς εὐδαιμονῶ.