Ancient Greek · ~1 min
Section 60
Philo Judaeus, Quod deterius potiori insidiari soleat 60
Not analysed yet
χρῆσις γὰρ καὶ ἀπόλαυσις ἀρετῆς τὸ εὔδαιμον, οὐ ψιλὴ μόνον κτῆσις· χρῆσθαι δ’ οὐκ ἂν δυναίμην, εἰ μὴ σὺ καθεὶς ἐξ οὐρανοῦ τὰ σπέρματα ἀπεργάσαιο αὐτὴν ἐγκύμονα, ἡ δὲ εὐδαιμονίας γένος ἀποτέκοι τὸν Ἰσαάκ —εὐδαιμονίαν δὲ χρῆσιν ἀρετῆς τελείας ἐν βίῳ τελείῳ νενόηκα —. παρὸ καὶ τῆς προαιρέσεως ἀγάμενος αὐτὸν ὁμολογεῖ τελεσφορήσειν καιρίως ἃ