Ancient Greek · ~2 min
Section 63
Philo Judaeus, Quod deterius potiori insidiari soleat 63
Not analysed yet
ἐπιδεικνύμενοι φυλακῆς. καὶ οὐδ’ ἅπασιν ἐξεγένετο τοῖς ἱκέταις γενέσθαι φύλαξιν ἱερῶν, ἀλλ’ εἴ τινες ἀριθμὸν πεντηκοστὸν ἔλαχον ἄφεσιν καὶ ἐλευθερίαν παντελῆ καὶ ἐπάνοδον εἰς τὰς ἀρχαίας λήξεις προκηρύττοντα. „τοῦτο“ γάρ φησιν „ἐστὶ τὸ περὶ τῶν Λευιτῶν· ἀπὸ πέντε καὶ εἴκοσιν ἐτῶν εἰσελεύσεται ἐνεργεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ ἀπὸ πεντήκοντα ἐτῶν ἀποστήσεται τῆς λειτουργίας, καὶ οὐκ ἐργάσεται ἔτι, λειτουργήσει δὲ ὁ ἀδελφὸς αὐτοῦ· ὁ δὲ φυλάξει φυλακάς, ἔργα δὲ οὐκ ἐργάσεται“ (Num. 8, 24 —26).