Ancient Greek · ~2 min
Section 64
Philo Judaeus, Quod deterius potiori insidiari soleat 64
Not analysed yet
οὐκοῦν τῷ μὲν ἡμίσει τὴν τελειότητα —τέλειος γὰρ ὁ πεντηκοστὸς λόγος, ὁ δὲ τῶν πέντε καὶ εἴκοσιν ἥμισυ μέρος —ἐνεργεῖν ἐπιτρέπει καὶ δρᾶν τὰ ἅγια τὴν δι’ ἔργων ἀρέσκειαν ἐπιδεικνυμένῳ —ἀρχὴ δέ, ὡς ἔφη τις τῶν πάλαι, τοῦ παντὸς ἥμισυ μέρος —,τῷ δὲ τελείῳ μηκέτι πονεῖν, τὰ δ’ ὅσα ἐκ μελέτης καὶ πόνου περιεποιήσατο φυλάττειν· μὴ γὰρ γενοίμην ἀσκητὴς ὧν μὴ φύλαξ αὖθις.