Ancient Greek · ~2 min
Section 7
Philo Judaeus, Quod deterius potiori insidiari soleat 7
Not analysed yet
πρὸς γὰρ πολιτείαν μᾶλλον ἢ πρὸς ἀλήθειαν φιλοσοφῶν τὰ τρία γένη τῶν ἀγαθῶν, τά τε ἐκτὸς καὶ περὶ σῶμα καὶ ψυχήν, ὅλαις φύσεσιν ἀλλήλων διηρτημένα εἰς τὸ αὐτὸ ἄγει καὶ συνείρει, χρεῖον ἕκαστον ἑκάστου καὶ πάντα πάντων ἀποφαίνειν ἀξιῶν καὶ τὸ ἐξ ἀθρόων συντεθὲν ἄρτιον καὶ πλῆρες ὄντως ἀγαθόν, τὰ δ’ ἐξ ὧν τοῦτο ἐπάγη μέρη μὲν ἢ στοιχεῖα ἀγαθῶν, ἀγαθὰ δ’ οὐκ εἶναι τέλεια·