Ancient Greek · ~2 min
Section 8
Philo Judaeus, Quod deterius potiori insidiari soleat 8
Not analysed yet
καθάπερ γὰρ μήτε πῦρ μήτε γῆν μήτε τι τῶν τεττάρων, ἐξ ὧν ἐδημιουργήθη τὸ πᾶν, κόσμον εἶναι, τὴν δὲ τῶν στοιχείων εἰς ταὐτὸ σύνοδόν τε καὶ κρᾶσιν, τὸν αὐτὸν τρόπον καὶ τὸ εὔδαιμον μήτε ἐν τοῖς ἐκτὸς ἰδίᾳ μήτε ἐν τοῖς περὶ σῶμα μήτε ἐν τοῖς περὶ ψυχὴν καθ’ αὑτὰ ἐξετάζεσθαι —τῶν γὰρ εἰρημένων ἕκαστον μερῶν τινα καὶ στοιχείων