Ancient Greek · ~1 min
Section 81
Philo Judaeus, Quod deterius potiori insidiari soleat 81
Not analysed yet
καὶ μὴν τῶν ἐξ ἀρχῆς ὑποθέσεων ἄκρως εἴωθε διαμεμνῆσθαι, τὰ ἀκόλουθα καὶ ὁμολογούμενα τοῖς προτέροις δικαιῶν ἐφαρμόττειν· οὐκ ἂν οὖν πνεῦμα ψυχῆς οὐσίαν προειπὼν αἷμα διαφέρον σῶμά τι αὖθις ἔλεγεν, εἰ μὴ πρός τι τῶν ἀναγκαιοτάτων καὶ συνεκτικωτάτων τὴν ἀναφορὰν ἐποιεῖτο. τί οὖν λεκτέον;