Ancient Greek · ~2 min
Section 82
Philo Judaeus, Quod deterius potiori insidiari soleat 82
Not analysed yet
ἕκαστον ἡμῶν κατὰ τὰς προσεχεῖς τομὰς ἀριθμῷ δύο εἶναι συμβέβηκε, ζῷόν τε καὶ ἄνθρωπον· ἑκατέρῳ δὲ τούτων συγγενὴς δύναμις τῶν κατὰ ψυχὴν ἀποκεκλήρωται, τῷ μὲν ἡ ζωτική, καθ’ ἣν ζῶμεν, τῷ δ’ ἡ λογική, καθ’ ἣν λογικοὶ γεγόναμεν· τῆς μὲν οὖν ζωτικῆς μετέχει καὶ τὰ ἄλογα, τῆς δὲ λογικῆς οὐ μετέχει μέν, ἄρχει δὲ ὁ θεός, ἡ τοῦ πρεσβυτάτου λόγου πηγή.