Ancient Greek · ~1 min
Section 91
Philo Judaeus, Quod deterius potiori insidiari soleat 91
Not analysed yet
Ταῦτα μὲν οὖν ὡς ἐν βραχέσιν εἰρήσθω περὶ οὐσίας ψυχῆς. τὸ δὲ „φωνὴν αἵματος βοᾶν“ (Gen. 4, 10) κατ’ ἀκόλουθον οὕτως ἀποδώσομεν. τῆς ἡμετέρας ψυχῆς τὸ μὲν ἄφωνόν ἐστι, τὸ δὲ φωνῆεν· τὸ μὲν ἄλογον ἄφωνον, φωνῆεν δ’ ὅσον λογικόν, ὃ δὴ μόνον ἔννοιαν εἴληφε θεοῦ· τοῖς γὰρ ἄλλοις μέρεσιν οὔτε θεὸν οὔτε τι νοητὸν καταλαβεῖν δυνάμεθα.