Ancient Greek · ~1 min
Section 92
Philo Judaeus, Quod deterius potiori insidiari soleat 92
Not analysed yet
τῆς οὖν ζωτικῆς δυνάμεως, ἧς τὸ οὐσιῶδες αἷμα, μοῖρά τις ἐξαίρετον ἔσχε γέρας φωνὴν καὶ λόγον, οὐ τὸ διὰ στόματος καὶ γλώττης ῥέον νᾶμα, ἀλλὰ τὴν πηγήν, ἀφ’ ἧς αἱ τοῦ προφορικοῦ δεξαμεναὶ πληροῦσθαι πεφύκασιν· ἡ δὲ πηγὴ νοῦς ἐστι, δι’ οὗ τὰς πρὸς τὸν ὄντα ἐντεύξεις καὶ ἐκβοήσεις τῇ μὲν ἑκόντες τῇ δὲ καὶ ἄκοντες ἀναφθεγγόμεθα.