Ancient Greek · ~1 min
Section 10
Philo Judaeus, Quod deus sit immutabilis 10
Not analysed yet
ὁρῶντα καὶ τοῖς ἀδύτοις αὐτῆς ἐμπεριπατοῦντα. τῆς μέντοι θεοφιλοῦς ψυχῆς δεῖγμα ἐναργέστατόν ἐστι καὶ τὸ ᾆσμα, ἐν ᾧ περιέχεται τὸ „στεῖρα ἔτεκεν ἑπτά, ἡ δὲ πολλὴ ἐν τέκνοις ἠσθένησε“ (I Reg. 2, 5)· καίτοι γε ἑνός ἐστι μήτηρ τοῦ Σαμουὴλ ἡ λέγουσα.