Ancient Greek · ~1 min
Section 11
Philo Judaeus, Quod deus sit immutabilis 11
Not analysed yet
πῶς οὖν ἑπτὰ τετοκέναι φησίν, εἰ μή τι μονάδα ἑβδομάδι τὴν αὐτὴν φυσικώτατα νομίζει, οὐ μόνον ἐν ἀριθμοῖς, ἀλλὰ καὶ ἐν τῇ τοῦ παντὸς ἁρμονίᾳ καὶ ἐν τοῖς τῆς ἐναρέτου λόγοις ψυχῆς; ὁ γὰρ τεταγμένος μόνῳ θεῷ Σαμουήλ, ἄλλῳ δὲ τὸ παράπαν συνιὼν μηδενί, κατὰ τὸ ἓν καὶ τὴν μονάδα, τὸ ὄντως ὄν, κεκόσμηται.