Ancient Greek · ~2 min
Section 108
Philo Judaeus, Quod deus sit immutabilis 108
Not analysed yet
οὐδὲν δὲ κρίνας ἄξιον χάριτος ἄφθονα καὶ τῷ ὅλῳ καὶ τοῖς μέρεσι δεδώρηται τὰ ἀγαθά, ἀλλ’ ἀπιδὼν εἰς τὴν ἀίδιον ἀγαθότητα καὶ νομίσας ἐπιβάλλον τῇ μακαρίᾳ καὶ εὐδαίμονι φύσει ἑαυτοῦ τὸ εὐεργετεῖν. ὥστε εἴ τίς μ’ ἔροιτο, τίς αἰτία γενέσεως κόσμου, μαθὼν παρὰ Μωυσέως ἀποκρινοῦμαι, ὅτι ἡ τοῦ ὄντος ἀγαθότης, ἥτις ἐστὶ πρεσβυτάτη τῶν ***χαρίτων οὖσα ἑαυτῇ.