Ancient Greek · ~1 min
Section 109
Philo Judaeus, Quod deus sit immutabilis 109
Not analysed yet
παρατηρητέον δ’ ὅτι τὸν μὲν Νῶέ φησιν εὐαρεστῆσαι ταῖς τοῦ ὄντος δυνάμεσι, κυρίῳ τε καὶ θεῷ (Gen. 6, 8), Μωυσῆν δὲ τῷ δορυφορουμένῳ πρὸς τῶν δυνάμεων καὶ δίχα αὐτῶν κατὰ τὸ εἶναι μόνον νοουμένῳ· λέγεται γὰρ ἐκ προσώπου τοῦ θεοῦ ὅτι „εὕρηκας χάριν παρ’ ἐμοὶ“ (Exod. 33, 17) δεικνὺς ἑαυτὸν τὸν ἄνευ παντὸς ἑτέρου.