Ancient Greek · ~1 min
Section 110
Philo Judaeus, Quod deus sit immutabilis 110
Not analysed yet
οὕτως ἄρα τὴν μὲν κατὰ Μωυσῆν ἄκραν σοφίαν ἀξιοῖ χάριτος ὁ ὢν αὐτὸς δι’ ἑαυτοῦ μόνου, τὴν δὲ ἀπεικονισθεῖσαν ἐκ ταύτης δευτέραν καὶ εἰδικωτέραν οὖσαν διὰ τῶν ὑπηκόων δυνάμεων, καθ’ ἃς καὶ κύριος καὶ θεός, ἄρχων τε καὶ εὐεργέτης ἐστίν.