Ancient Greek · ~1 min
Section 115
Philo Judaeus, Quod deus sit immutabilis 115
Not analysed yet
ἂν δ’ ἄρα ἀγκιστρευθῇς ὑπὸ πάθους, δεσμῶτις μᾶλλον ἢ εἱρκτοφύλαξ ὑπόμεινον γενέσθαι· κακωθεῖσα μὲν γὰρ καὶ στενάξασα ἔλεον εὑρήσεις, σπουδαρχίαις δὲ καὶ λιμοδοξίαις ὑποβαλοῦσα σαυτὴν ἡδὺ κακὸν τὸ εἱρκτοφυλακεῖν καὶ μέγιστον ἀναδέξῃ, ὑφ’ οὗ γενήσῃ πάντα ἀγώγιμος τὸν αἰῶνα.