Ancient Greek · ~2 min
Section 116
Philo Judaeus, Quod deus sit immutabilis 116
Not analysed yet
τὰς μὲν οὖν παρὰ τοῖς ἀρχιδεσμοφύλαξιν εὐαρεστήσεις ἀνὰ κράτος ἀπόθου, τῶν δὲ παρὰ τῷ αἰτίῳ διαφερόντως μετὰ σπουδῆς τῆς ἁπάσης ἐφίεσο. ἐὰν δ’ ἄρα ἀδυνατῇς —ὑπερβάλλον γὰρ τὸ τοῦ ἀξιώματος μέγεθος —,ἴθι ἀμεταστρεπτὶ πρὸς τὰς δυνάμεις αὐτοῦ καὶ τούτων ἱκέτις γενοῦ, μέχρις ἂν ἀποδεξάμεναι τὸ συνεχὲς καὶ γνήσιον τῆς θεραπείας ἐν τῇ τῶν εὐαρεστησάντων αὐταῖς κατατάξωσι χώρᾳ, καθάπερ καὶ τὸν Νῶε, οὗ τῶν ἐγγόνων θαυμαστότατον καὶ καινότατον πεποίηται τὸν κατάλογον·