Ancient Greek · ~1 min
Section 12
Philo Judaeus, Quod deus sit immutabilis 12
Not analysed yet
αὕτη δ’ ἡ κατάστασίς ἐστιν ἑβδομάδος, ἀναπαυομένης ἐν θεῷ ψυχῆς καὶ περὶ μηδὲν τῶν θνητῶν ἔργων ἔτι πονουμένης, κατὰ ἀπόλειψιν ἑξάδος, ἣν ἀπένειμε τοῖς τὰ πρωτεῖα λαβεῖν μὴ δυνηθεῖσι, δευτερείων δ’ ἐξ ἀνάγκης μεταποιουμένοις.