Ancient Greek · ~1 min
Section 122
Philo Judaeus, Quod deus sit immutabilis 122
Not analysed yet
Ζητήσαι δ’ ἄν τις προσηκόντως, τίνος ἕνεκα μετὰ τὴν ἐν ταῖς ἀρεταῖς τοῦ Νῶε τελείωσιν εὐθὺς εἴρηται, ὅτι „ἐφθάρη ἡ γῆ ἐναντίον τοῦ θεοῦ καὶ ἐπλήσθη ἀδικίας“ (Gen. 6,11). ἀλλ’ ἴσως οὐ χαλεπὸν λύσεως εὐπορῆσαι τῷ μὴ σφόδρα παιδείας ἀπείρῳ.