Ancient Greek · ~1 min
Section 123
Philo Judaeus, Quod deus sit immutabilis 123
Not analysed yet
λεκτέον οὖν ὅτι, ἐπειδὰν ἐν ψυχῇ τὸ ἄφθαρτον εἶδος ἀνατείλῃ, τὸ θνητὸν εὐθέως φθείρεται· γένεσις γὰρ τῶν καλῶν θάνατος αἰσχρῶν ἐπιτηδευμάτων ἐστίν, ἐπεὶ καὶ φωτὸς ἐπιλάμψαντος ἀφανίζεται τὸ σκότος. διὰ τοῦτο ἐν τῷ νόμῳ τῆς λέπρας ἀκριβέστατα διείρηται, ὅτι „ἐὰν ἀνατείλῃ χρὼς ζῶν ἐν τῷ λεπρῷ, μιανθήσεται“ (Lev. 13,14. 15).