Ancient Greek · ~2 min
Section 127
Philo Judaeus, Quod deus sit immutabilis 127
Not analysed yet
διὸ καὶ παραδοξότατον νόμον ἀναγράφει, ἐν ᾧ τὸν μὲν ἐκ μέρους ὄντα λεπρὸν ἀκάθαρτον, τὸν δὲ ὅλον δι’ ὅλων ἀπὸ ἄκρων ποδῶν ἄχρι κεφαλῆς ἐσχάτης κατεσχημένον τῇ λέπρᾳ καθαρόν φησιν εἶναι (Lev. 13,11-13), τάχα ἄν τινος τὸ ἐναντίον, ὅπερ εὔλογον ἦν ὑπολαβεῖν, εἰκάσαντος, τὴν μὲν ἐσταλμένην καὶ περί τι βραχὺ τοῦ σώματος λέπραν ἧττον ἀκάθαρτον, τὴν δὲ κεχυμένην, ὡς ἅπαν περιλαβεῖν αὐτό, μᾶλλον.