Ancient Greek · ~1 min
Section 126
Philo Judaeus, Quod deus sit immutabilis 126
Not analysed yet
οὗτος ὅταν ἀνάσχῃ, κατάλογον ποιεῖται τῶν ἁμαρτημάτων αὐτῆς ἁπάντων, καὶ ὀνειδίζων καὶ δυσωπῶν καὶ ἐπιπλήττων μόλις παύεται· ἡ δ’ ἐλεγχομένη γνωρίζει τὰ καθ’ ἕκαστα, ὧν παρὰ τὸν ὀρθὸν λόγον ἐπετήδευε, καὶ τότε ἄφρονα καὶ ἀκόλαστον καὶ ἄδικον καὶ πλήρη μιασμάτων ἑαυτὴν καταλαμβάνει.