Ancient Greek · ~1 min
Section 136
Philo Judaeus, Quod deus sit immutabilis 136
Not analysed yet
μεμίμηται δὲ τοῦτο καὶ ἡ ἐν ταῖς βασιλείαις ἐντυγχάνουσα τῷ προφήτῃ γυνὴ χήρα (III Reg. 17,10)· χήρα δ’ ἐστίν, οὐχ ἥν φαμεν ἡμεῖς, ὅταν ἀνδρὸς ἐρήμη γένηται, ἀλλὰ τῷ χηρεύειν τῶν φθειρόντων καὶ λυμαινομένων παθῶν τὴν διάνοιαν, ὥσπερ καὶ ἡ παρὰ Μωυσῇ Θάμαρ·