Ancient Greek · ~2 min
Section 137
Philo Judaeus, Quod deus sit immutabilis 137
Not analysed yet
καὶ γὰρ ταύτῃ προστέτακται χηρευούσῃ καθέζεσθαι ἐν τῷ τοῦ μόνου καὶ σωτῆρος οἴκῳ πατρός (Gen. 38,11), δι’ ὃν ἀεὶ καταλιποῦσα τὰς τῶν θνητῶν συνουσίας καὶ ὁμιλίας ἠρήμωται μὲν καὶ κεχήρευκεν ἀνθρωπίνων ἡδονῶν, παραδέχεται δὲ θείαν γονὴν καὶ πληρουμένη τῶν ἀρετῆς σπερμάτων κυοφορεῖ καὶ ὠδίνει καλὰς πράξεις· ἃς ὅταν ἀποτέκῃ, τὰ κατὰ τῶν ἀντιπάλων αἴρεται βραβεῖα καὶ νικηφόρος ἀναγράφεται σύμβολον ἐπιφερομένη φοίνικα τῆς νίκης· Θάμαρ γὰρ ἑρμηνεύεται φοῖνιξ.