Ancient Greek · ~1 min
Section 142
Philo Judaeus, Quod deus sit immutabilis 142
Not analysed yet
μήποτε δὲ οὐ περὶ μόνης σαρκός ἐστιν ὁ λόγος τὴν αὑτῆς φθειρούσης ὁδόν, ἵνα εἰκότως ἡμαρτῆσθαι τὰ περὶ τὴν λέξιν δοκῇ, ἀλλὰ περὶ δυεῖν, σαρκός τε τῆς φθειρομένης καὶ ἑτέρου, οὗ τὴν ὁδὸν λυμαίνεσθαί τε καὶ φθείρειν ἐπιχειρεῖ. ὥσθ’ οὕτως ἀποδοτέον· κατέφθειρε πᾶσα σὰρξ τὴν τοῦ αἰωνίου καὶ ἀφθάρτου τελείαν ὁδὸν τὴν πρὸς θεὸν ἄγουσαν.