Ancient Greek · ~1 min
Section 143
Philo Judaeus, Quod deus sit immutabilis 143
Not analysed yet
ταύτην ἴσθι σοφίαν· διὰ γὰρ ταύτης ὁ νοῦς ποδηγετούμενος εὐθείας καὶ λεωφόρου ὑπαρχούσης ἄχρι τῶν τερμάτων ἀφικνεῖται· τὸ δὲ τέρμα τῆς ὁδοῦ γνῶσίς ἐστι καὶ ἐπιστήμη θεοῦ. ταύτην τὴν ἀτραπὸν μισεῖ καὶ προβέβληται καὶ φθείρειν ἐπιχειρεῖ πᾶς ὁ σαρκῶν ἑταῖρος· οὐδενὶ γὰρ οὕτως οὐδὲν ἀντίπαλον ὡς ἐπιστήμη σαρκὸς ἡδονῇ.