Ancient Greek · ~1 min
Section 144
Philo Judaeus, Quod deus sit immutabilis 144
Not analysed yet
βουλομένοις γοῦν ταύτην πορεύεσθαι τὴν ὁδὸν βασιλικὴν οὖσαν τοῖς τοῦ ὁρατικοῦ γένους μετέχουσιν, ὅπερ Ἰσραὴλ κέκληται, διαμάχεται ὁ γήινος Ἐδὼμ —τοῦτο γὰρ διερμηνευθεὶς ὀνομάζεται —μετὰ σπουδῆς καὶ παρασκευῆς τῆς πάσης εἴρξειν ἀπειλῶν τῆς ὁδοῦ καὶ ἀτριβῆ καὶ ἀπόρευτον αὐτὴν κατασκευάσειν εἰσάπαν.