Ancient Greek · ~2 min
Section 170
Philo Judaeus, Quod deus sit immutabilis 170
Not analysed yet
τῷ γὰρ ὄντι πᾶς ἀκόλαστος ἢ ἄδικος ἢ δειλός, ὅταν ἴδῃ τινὰ τῶν αὐστηροτέρων ἢ πόνον φεύγοντα ἢ λήμματος ἡττώμενον ἢ πρός τι τῶν ἡδονῆς φίλτρων ἐκνενευκότα, χαίρει καὶ γέγηθε καὶ τετιμῆσθαι δοκεῖ, καὶ πρὸς τοὺς πολλοὺς ἐπινεανιευόμενος καὶ ἐπιχειρονομῶν ἄρχεται περὶ τῶν ἰδίων κακῶν ὡς σφόδρα ἀναγκαίων καὶ χρησίμων φιλοσοφεῖν, οὐκ ἄν, εἰ μὴ τοιαῦτα ἦν, φάσκων ὑπομεῖναι ἂν τὸν δεῖνα εὐδόκιμον ἄνδρα χρῆσθαι.