Ancient Greek · ~1 min
Section 171
Philo Judaeus, Quod deus sit immutabilis 171
Not analysed yet
λέγωμεν οὖν παντὶ μοχθηρῷ· ἐὰν τοῦ ὕδατός σου πίωμεν, ἐάν τινός σου τῶν κατὰ τὴν ἄκριτον φορὰν ψαύσωμεν, τιμὴν καὶ ἀποδοχὴν ἀντὶ δυσκλείας καὶ ἀτιμίας —τούτων γὰρ ἄξιος ὢν τυγχάνεις —παρεξόμεθα· καὶ γὰρ ἀμέλει τὸ πρᾶγμα περὶ ὃ ἐσπούδακας συνόλως οὐδέν ἐστιν.