Ancient Greek · ~1 min
Section 181
Philo Judaeus, Quod deus sit immutabilis 181
Not analysed yet
τεκμήριον δέ· οἰωνοῖς καὶ ψευδέσι μαντείαις ἑπόμενος οὐδ’ ὅτε τὸ τῆς ψυχῆς μεμυκὸς ὄμμα ἀναβλέψας „εἶδε τὸν ἄγγελον τοῦ θεοῦ ἀνθεστῶτα“ (Num. 22,31), μετατραπόμενος ἐπέσχε τὸ ἀδικεῖν, ἀλλὰ πολλῷ τῷ τῆς ἀφροσύνης χρησάμενος ῥεύματι ἐπικλυσθεὶς κατεπόθη.