Ancient Greek · ~2 min
Section 182
Philo Judaeus, Quod deus sit immutabilis 182
Not analysed yet
τότε γὰρ ὡς ἀληθῶς οὐ δυσθεράπευτα μόνον ἀλλὰ καὶ παντελῶς ἀνίατα γίνεται τὰ τῆς ψυχῆς ἀρρωστήματα, ὅταν ἐπιστάντος ἐλέγχου —λόγος δ’ ἐστὶ θεῖος, ἄγγελος ποδηγετῶν καὶ τὰ ἐν ποσὶν ἀναστέλλων, ἵνα ἄπταιστοι διὰ λεωφόρου βαίνωμεν τῆς ὁδοῦ (Psalm. 90,11. 12) —τὰς ἀκρίτους ἑαυτῶν γνώμας πρὸ τῶν ὑφηγήσεων τάττωμεν τῶν ἐκείνου, ἃς ἐπὶ νουθεσίᾳ καὶ σωφρονισμῷ καὶ τῇ τοῦ παντὸς ἐπανορθώσει βίου συνεχῶς εἴωθε ποιεῖσθαι.