Ancient Greek · ~1 min
Section 183
Philo Judaeus, Quod deus sit immutabilis 183
Not analysed yet
διὰ τοῦθ’ ὁ μὴ πεισθείς, μὴ μετατρεπόμενος τῷ ἀντιβαίνοντι ἐλέγχῳ „φθορὰν τὴν μετὰ τῶν τραυματιῶν“ (Num. 31,8) αὖθις ἐνδέξεται, οὓς κατεκέντησε καὶ κατέτρωσε τὰ πάθη. γενήσεται δ’ ἡ τούτου συμφορὰ τοῖς μὴ τελέως δυσκαθάρτοις δίδαγμα αὐταρκέστατον τοῦ πειρᾶσθαι τὸν ἔνδον δικαστὴν ἔχειν εὐμενῆ· σχήσουσι δέ, εἰ μηδὲν τῶν ὀρθῶς ὑπ’ αὐτοῦ γνωσθέντων ἀναδικάζοιεν.