Ancient Greek · ~2 min
Section 60
Philo Judaeus, Quod deus sit immutabilis 60
Not analysed yet
εἰσαγόντων τὸ θεῖον. τίνος οὖν ἕνεκα Μωυσῆς βάσεις, χεῖρας, εἰσόδους, ἐξόδους φησὶν εἶναι μερὶ τὸ ἀγένητον, τίνος δὲ χάριν ὅπλισιν τὴν πρὸς ἐχθρῶν ἄμυναν; ξιφηφοροῦντα γὰρ εἰσάγει καὶ βέλεσι χρώμενον καὶ πνεύμασι καὶ φθοροποιῷ πυρί —καταιγίδα καὶ κεραυνὸν ἑτέροις ὀνόμασι ταῦτα ποιηταὶ προσαγορεύοντες ὅπλα τοῦ αἰτίου φασὶν εἶναι —,πρὸς δὲ ἔτι ζῆλον, θυμόν, ὀργάς, ὅσα τούτοις ὅμοια ἀνθρωπολογῶν διεξέρχεται;