Ancient Greek · ~1 min
Section 61
Philo Judaeus, Quod deus sit immutabilis 61
Not analysed yet
ἀλλὰ τοῖς πυνθανομένοις ἀποκρίνεται· ὦ οὗτοι, τῷ ἄριστα νομοθετήσοντι τέλος ἓν δεῖ προκεῖσθαι, πάντας ὠφελῆσαι τοὺς ἐντυγχάνοντας. οἱ μὲν οὖν εὐμοίρου φύσεως λαχόντες καὶ ἀγωγῆς ἐν πᾶσιν ἀνυπαιτίου, τὴν μετὰ ταῦθ’ ὁδὸν τοῦ βίου λεωφόρον καὶ εὐθεῖαν εὑρίσκοντες, ἀληθείᾳ συνοδοιπόρῳ χρῶνται, παρ’ ἧς μυηθέντες τὰ περὶ τοῦ ὄντος ἀψευδῆ μυστήρια τῶν γενέσεως οὐδὲν προσαναπλάττουσιν αὐτῷ.