Ancient Greek · ~2 min
Section 7
Philo Judaeus, Quod deus sit immutabilis 7
Not analysed yet
(Num. 28,2.) τίνι γὰρ εὐχαριστητέον ἄλλῳ πλὴν θεῷ; διὰ τίνων δὲ ὅτι μὴ διὰ τῶν ὑπ’ αὐτοῦ δοθέντων; οὐδὲ γὰρ ἄλλων εὐπορῆσαι δυνατόν. χρεῖος δ’ οὐδενὸς ὢν κελεύει προσφέρειν αὑτῷ τὰ ἑαυτοῦ δι’ ὑπερβολὴν τῆς πρὸς τὸ γένος ἡμῶν εὐεργεσίας· μελετήσαντες γὰρ εὐχαριστητικῶς ἔχειν καὶ τιμητικῶς αὐτοῦ καθαρεύσομεν ἀδικημάτων ἐκνιψάμενοι τὰ καταρρυπαίνοντα τὸν βίον ἔν τε λόγοις καὶ ἐννοίαις καὶ ἔργοις.