Ancient Greek · ~2 min
Section 8
Philo Judaeus, Quod deus sit immutabilis 8
Not analysed yet
καὶ γὰρ εὔηθες εἰς μὲν τὰ ἱερὰ μὴ ἐξεῖναι βαδίζειν, ὃς ἂν μὴ πρότερον λουσάμενος φαιδρύνηται τὸ σῶμα, εὔχεσθαι δὲ καὶ θύειν ἐπιχειρεῖν ἔτι κεκηλιδωμένῃ καὶ πεφυρμένῃ διανοίᾳ. καίτοι τὰ μὲν ἱερὰ λίθων καὶ ξύλων ἀψύχου τῆς ὕλης πεποίηται, καθ’ αὑτὸ δὲ καὶ τὸ σῶμα ἄψυχον· ἀλλ’ ὅμως ὂν ἄψυχον ἀψύχων οὐ προσάψεται μὴ περιρραντηρίοις καὶ καθαρσίοις ἁγνευτικοῖς χρησάμενον, ὑπομενεῖ δέ τις τῷ θεῷ προσελθεῖν ἀκάθαρτος ὢν ψυχὴν τὴν ἑαυτοῦ τῷ καθαρωτάτῳ, καὶ ταῦτα μὴ μέλλων μετανοήσειν;