Ancient Greek · ~1 min
Section 71
Philo Judaeus, Quod deus sit immutabilis 71
Not analysed yet
τὸ δὲ κυριολογούμενον ἐπ’ ἀνθρώπων πάθος ὁ θυμὸς εὐθυβόλως εἴρηται τροπικώτερον ἐπὶ τοῦ ὄντος εἰς τὴν ἀναγκαιοτάτου πράγματος δήλωσιν, ὅτι πάνθ’ ὅσα δι’ ὀργὴν ἢ φόβον ἢ λύπην ἢ ἡδονὴν ἤ τι τῶν ἄλλων παθῶν πράττομεν, ὑπαίτια καὶ ἐπίληπτα ὁμολογουμένως ἐστίν, ὅσα δὲ μετ’ ὀρθότητος λόγου καὶ ἐπιστήμης, ἐπαινετά.