Ancient Greek · ~1 min
Section 72
Philo Judaeus, Quod deus sit immutabilis 72
Not analysed yet
ὁρᾷς ὅσῃ καὶ περὶ τὴν προφορὰν κέχρηται προφυλακῇ, „ὅτι ἐθυμώθην, ὅτι ἐποίησα αὐτοὺς“ εἰπών, ἀλλ’ οὐ κατ’ ἀναστροφήν· διότι ἐποίησα αὐτούς, ἐθυμώθην. τοῦτο μὲν γὰρ μετανοοῦντος ἦν, ὅπερ ἡ τὰ πάντα προμηθουμένη θεοῦ φύσις οὐκ ἀνέχεται, ἐκεῖνο δὲ δόγμα συνεκτικώτατον εἰσηγουμένου, ὅτι πηγὴ μὲν ἁμαρτημάτων θυμός, λογισμὸς δὲ κατορθωμάτων.