Ancient Greek · ~1 min
Section 77
Philo Judaeus, Quod deus sit immutabilis 77
Not analysed yet
διὰ τοῦτο ἐν ἑτέροις εἴρηται· „ποτήριον ἐν χειρὶ κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος“ (Psalm. 74, 9)· καίτοι τό γε κεκραμένον οὐκ ἄκρατον. ἀλλ’ ἔχει λόγον ταῦτα φυσικώτατον καὶ τοῖς προειρημένοις ἀκόλουθον· ὁ γὰρ θεὸς ταῖς δυνάμεσι πρὸς μὲν ἑαυτὸν ἀκράτοις χρῆται, κεκραμέναις δὲ πρὸς γένεσιν· τὰς γὰρ ἀμιγεῖς θνητὴν ἀμήχανον φύσιν χωρῆσαι.