Ancient Greek · ~1 min
Section 78
Philo Judaeus, Quod deus sit immutabilis 78
Not analysed yet
ἢ νομίζεις ἄκρατον μὲν τὴν ἡλίου φλόγα μὴ δύνασθαι θεαθῆναι —σβεσθήσεται γὰρ πρότερον ἡ ὄψις μαρμαρυγαῖς τῶν ἀκτίνων ἀμυδρωθεῖσα ἢ προσβάλλουσα καταλήψεται· καίτοι καὶ ἥλιος ἓν ἦν ἔργον θεοῦ, μοῖρα οὐρανοῦ, πίλημα αἰθέριον —,τὰς δὲ ἀγενήτους ἄρα δυνάμεις ἐκείνας, αἳ περὶ αὐτὸν οὖσαι λαμπρότατον φῶς ἀπαστράπτουσιν, ἀκράτους περινοῆσαι δύνασθαι;