Ancient Greek · ~3 min
Section 79
Philo Judaeus, Quod deus sit immutabilis 79
Not analysed yet
ὥσπερ οὖν τὰς ἡλιακὰς ἀκτῖνας ἔτεινε μὲν ἀπ’ οὐρανοῦ μέχρι τερμάτων γῆς τὸ σφοδρὸν τῆς ἐν αὐταῖς θερμότητος ἀνεὶς καὶ χαλάσας ἀέρι ψυχρῷ —τοῦτο γὰρ αὐταῖς ἀνεκεράσατο, ὅπως τὸ αὐγοειδὲς ἀπὸ τοῦ φλογώδους πυρὸς ἀνασταλέν, τὴν μὲν τοῦ καίειν μεθειμένον δύναμιν, τὴν δὲ τοῦ φωτίζειν περιέχον τῷ ταμιευομένῳ ἐν ταῖς ὄψεσι συγγενεῖ αὐτοῦ καὶ φίλῳ ὑπαντιάσαν ἀσπάσηται· ἡ γὰρ τούτων ἐξ ἐναντίας εἰς ταὐτὸ σύνοδός τε καὶ δεξίωσις τὴν δι’ ὁράσεως ἀντίληψιν ἐργάζεται —,οὕτως ἐπιστήμην θεοῦ καὶ σοφίαν καὶ φρόνησιν καὶ δικαιοσύνην καὶ τῶν ἄλλων ἑκάστην ἀρετῶν τίς ἂν ἀκραιφνῆ δέξασθαι δύναιτο θνητὸς ὤν; ἀλλ’ οὐδ’ ὁ σύμπας οὐρανός τε καὶ κόσμος.