Ancient Greek · ~2 min
Section 93
Philo Judaeus, Quod deus sit immutabilis 93
Not analysed yet
συμβαίνει δὲ πολλάκις τοῖς μὲν ἐπιπόνως ζητοῦσιν ἀποτυγχάνειν τοῦ ζητουμένου, τοῖς δ’ ἄνευ φροντίδος ῥᾷστα καὶ ἃ μὴ διενοήθησαν εὑρίσκειν· οἱ μὲν γὰρ νωθέστεροι καὶ βραδεῖς τὰς ψυχὰς ὥσπερ οἱ τὰ ὄμματα πεπηρωμένοι τὸν εἰς τὸ θεωρῆσαί τι τῶν κατ’ ἐπιστήμην πόνον ἴσχουσιν ἀτελῆ, οἱ δὲ φύσεως εὐμοιρίᾳ δίχα ζητήσεως μυρίοις ἐνέτυχον εὐθυβόλῳ καὶ εὐθίκτῳ χρησάμενοι προσβολῇ, ὡς δοκεῖν αὐτοὺς μὲν μὴ σπουδάσαι τοῖς πράγμασιν ἐντυχεῖν, ἐκεῖνα δὲ μεθ’ ὁρμῆς προαπαντήσαντα εἰς ὄψιν ἐλθεῖν ἐπειχθῆναι καὶ τὴν ἀπ’ αὐτῶν ἀκριβεστάτην ἐμποιῆσαι κατάληψιν.