Ancient Greek · ~1 min
Section 94
Philo Judaeus, Quod deus sit immutabilis 94
Not analysed yet
τούτοις ὁ νομοθέτης φησὶ δίδοσθαι „πόλεις μεγάλας καὶ καλάς, ἃς οὐκ ᾠκοδόμησαν, οἰκίας πλήρεις τῶν ἀγαθῶν, ἃς οὐκ ἐνέπλησαν, λάκκους λελατομημένους, οὓς οὐκ ἐξελατόμησαν, ἀμπελῶνας καὶ ἐλαιῶνας, οὓς οὐκ ἐφύτευσαν„ (Deut. 6, 10. 11).