Ancient Greek · ~1 min
Section 96
Philo Judaeus, Quod deus sit immutabilis 96
Not analysed yet
προητοιμασμένοι δὲ λάκκοι τὰ χωρὶς τῶν πόνων τούτοις πρόχειρα ἆθλα, οὐρανίων καὶ ποτίμων δεξαμεναὶ ναμάτων, πρὸς φυλακὴν τῶν προειρημένων ἀρετῶν εὐτρεπεῖς θησαυροί, ἐξ ὧν εὐφροσύνη περιγίνεται ψυχῇ τελεία φῶς τὸ ἀληθείας ἀπαστράπτουσα. τοὺς μὲν οὖν ἀμπελῶνας εὐφροσύνης, τοὺς δ’ ἐλαιῶνας φωτὸς πεποίηται σύμβολον.