Ancient Greek · ~1 min
Section 95
Philo Judaeus, Quod deus sit immutabilis 95
Not analysed yet
πόλεις μὲν οὖν καὶ οἰκίας συμβολικῶς τάς τε γενικὰς καὶ τὰς εἰδικὰς ἀρετὰς ὑπογράφει· πόλει μὲν γὰρ ἔοικε τὸ γένος, ὅτι κἀν μείζοσιν ἐξετάζεται περιγραφαῖς καὶ πλειόνων κοινόν ἐστιν, εἶδος δὲ οἰκίᾳ τῷ συνῆχθαί τε μᾶλλον καὶ πεφευγέναι τὴν κοινότητα.