Ancient Greek · ~1 min
Section 1
Philo Judaeus, Quod omnis probus liber sit 1
Not analysed yet
Ὁ μὲν πρότερος λόγος ἦν ἡμῖν, ὦ Θεόδοτε, περὶ τοῦ δοῦλον εἶναι πάντα φαῦλον, ὡς καὶ διὰ πολλῶν καὶ εἰκότων καὶ ἀληθῶν ἐπιστωσάμεθα· οὑτοσὶ δ’ ἐκείνου συγγενής, ὁμοπάτριος καὶ ὁμομήτριος ἀδελφὸς καὶ τρόπον τινὰ δίδυμος, καθ’ ὃν ἐπιδείξομεν, ὅτι πᾶς ὁ ἀστεῖος ἐλεύθερος.