Ancient Greek · ~1 min
Section 2
Philo Judaeus, Quod omnis probus liber sit 2
Not analysed yet
τὸν μὲν οὖν τῶν Πυθαγορείων ἱερώτατον θίασον λόγος ἔχει μετὰ πολλῶν καὶ ἄλλων καλῶν καὶ τοῦτ’ ἀναδιδάσκειν, "ταῖς λεωφόροις μὴ βαδίζειν ὁδοῖς“, οὐχ ἵνα κρημνοβατῶμεν —οὐ γὰρ ποσὶ κάματον παρήγγελλεν —,ἀλλ’ αἰνιττόμενος διὰ συμβόλου τὸ μήτε λόγοις μήτ’ ἔργοις δημώδεσι καὶ πεπατημένοις χρῆσθαι.