Ancient Greek · ~1 min
Section 10
Philo Judaeus, Quod omnis probus liber sit 10
Not analysed yet
ἀπὸ δὲ τῆς αὐτῆς ὀνειρώξεως τοῖς μὲν ἀμφιθαλέσι καὶ τῷ ὄντι εὐπατρίδαις, ὧν οὐ γονεῖς μόνον ἀλλὰ καὶ πάπποι καὶ πρόγονοι μέχρι τῶν ἀρχηγετῶν καὶ πρὸς ἀνδρῶν καὶ πρὸς γυναικῶν ἐπιφανέστατοι γεγόνασι, δουλείαν ἐτόλμησαν ἐπιφημίσαι, τοῖς δ’ ἐκ τριγονίας στιγματίαις, πεδότριψι καὶ παλαιοδούλοις, ἐλευθερίαν.