Ancient Greek · ~1 min
Section 9
Philo Judaeus, Quod omnis probus liber sit 9
Not analysed yet
πένητας δὲ τοὺς ἀργύρῳ καὶ χρυσῷ καὶ πλήθει κτημάτων καὶ προσόδων καὶ ἄλλων ἀμυθήτων ἀγαθῶν ἀφθονίᾳ περιρρεομένους, ὧν ὁ πλοῦτος οὐ συγγενεῖς καὶ φίλους αὐτὸ μόνον ὤνησεν, ἀλλὰ καὶ τῆς οἰκίας ἔξω προελθὼν μεγάλους ὁμίλους δημοτῶν καὶ φυλετῶν, διαβὰς δ’ ἔτι μεῖζον καὶ πόλει χορηγεῖ τὰ πάντα, ὧν εἰρήνη χρεῖος ἢ πόλεμος;